Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.119 Joseph. AJ 6.123 (English) >>Joseph. AJ 6.127

6.121καὶ Σαοῦλος κελεύει κυλισθῆναι λίθον μέγαν εἰς μέσον καὶ κηρύσσει θύειν ἐπʼ αὐτοῦ τὸν ὄχλον τὰ ἱερεῖα καὶ τὰ κρέα μὴ σὺν τῷ αἵματι δαίνυσθαι· τοῦτο γὰρ οὐκ εἶναι τῷ θεῷ κεχαρισμένον. τοῦτο δὲ πάντων κατὰ τὴν πρόσταξιν τοῦ βασιλέως ποιησάντων ἵστησιν ἐκεῖ βωμὸν Σαοῦλος καὶ ὡλοκαύτωσεν ἐπʼ αὐτοῦ ἐκεῖ τῷ θεῷ. τοῦτον πρῶτον βωμὸν κατεσκεύασεν. 6.122

Ἄγειν δʼ εὐθὺς τὴν στρατιὰν ἐπὶ τὴν παρεμβολὴν τῶν πολεμίων ἐπὶ τὴν διαρπαγὴν τῶν ἐν αὐτῇ βουλόμενος πρὶν ἡμέρας καὶ τῶν στρατιωτῶν οὐκ ὀκνούντων ἕπεσθαι, πολλὴν δʼ εἰς προστάττει προθυμίαν ἐνδεικνυμένων, καλέσας βασιλεὺς Ἀχίτωβον τὸν ἀρχιερέα κελεύει αὐτὸν γνῶναι, εἰ δίδωσιν αὐτοῖς θεὸς καὶ συγχωρεῖ βαδίσασιν ἐπὶ τὸ στρατόπεδον τῶν ἐχθρῶν διαφθεῖραι τοὺς ἐν αὐτῷ τυγχάνοντας. 6.123εἰπόντος δὲ τοῦ ἱερέως μὴ ἀποκρίνεσθαι τὸν θεόνἀλλʼ οὐ δίχα αἰτίας, εἶπεν Σαοῦλος, πυνθανομένοις ἡμῖν φωνὴν οὐ δίδωσιν θεὸς, ὃς πρότερον αὐτὸς προεμήνυσε πάντα καὶ μηδʼ ἐπερωτῶσιν ἔφθασε λέγων, ἀλλʼ ἔστι τι λανθάνον ἐξ ἡμῶν ἁμάρτημα πρὸς αὐτὸν αἴτιον τῆς σιωπῆς. 6.124καὶ ὄμνυμί γε τοῦτον αὐτὸν, μὴν κἂν παῖς ἐμὸς Ἰωνάθης τὸ ἁμάρτημα τοῦτο ἐργασάμενος ἀποκτείνειν αὐτὸν καὶ τὸν θεὸν οὕτως ἱλάσασθαι, ὡς ἂν εἰ καὶ παρʼ ἀλλοτρίου καὶ μηδὲν ἐμοὶ



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.119 Joseph. AJ 6.123 (English) >>Joseph. AJ 6.127

Powered by PhiloLogic